Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.37.2 | Hdt. 3.38.4 (English) | >>Hdt. 3.40.1 |
3.38.2 οὔκων οἰκός ἐστι ἄλλον γε ἢ μαινόμενον ἄνδρα γέλωτα τὰ τοιαῦτα τίθεσθαι · ὡς δὲ οὕτω νενομίκασι τὰ περὶ τοὺς νόμους πάντες ἄνθρωποι , πολλοῖσί τε καὶ ἄλλοισι τεκμηρίοισι πάρεστι σταθμώσασθαι , ἐν δὲ δὴ καὶ τῷδε .
3.38.3 Δαρεῖος ἐπὶ τῆς ἑωυτοῦ ἀρχῆς καλέσας Ἑλλήνων τοὺς παρεόντας εἴρετο ἐπὶ κόσῳ ἂν χρήματι βουλοίατο τοὺς πατέρας ἀποθνῄσκοντας κατασιτέεσθαι · οἱ δὲ ἐπʼ οὐδενὶ ἔφασαν ἔρδειν ἂν τοῦτο .
3.38.4 Δαρεῖος δὲ μετὰ ταῦτα καλέσας Ἰνδῶν τοὺς καλεομένους Καλλατίας , οἳ τοὺς γονέας κατεσθίουσι , εἴρετο , παρεόντων τῶν Ἑλλήνων καὶ διʼ ἑρμηνέος μανθανόντων τὰ λεγόμενα , ἐπὶ τίνι χρήματι δεξαίατʼ ἂν τελευτῶντας τοὺς πατέρας κατακαίειν πυρί · οἱ δὲ ἀμβώσαντες μέγα εὐφημέειν μιν ἐκέλευον . οὕτω μέν νυν ταῦτα νενόμισται , καὶ ὀρθῶς μοι δοκέει Πίνδαρος ποιῆσαι νόμον πάντων βασιλέα φήσας εἶναι .
ch. 39
3.39.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.37.2 | Hdt. 3.38.4 (English) | >>Hdt. 3.40.1 |